Έπισκόπου Λήδρας Ἐπιφανίου, Ἡγουμένου Ἱ. Μονῆς Μαχαιρᾶ

Βασιλεῦ πανάγαθε, Κύριε ὁ Θεός, ἡ Ἀγάπη, τὸ πανάγιον Πνεῦμα, τὸ ταπεινὸν καὶ πρᾶον, τὸ πανταχοῦ παρὸν καὶ τὰ πάντα πληροῦν, ἐλθὲ καὶ σκήνωσον ἐν ἐμοί, ποιῶν με ναὸν ἅγιον τῆς θείας Τριάδος· ἀνακαίνισόν με ἐκ τῶν παθῶν καὶ τῶν ἁμαρτημάτων μου· κατακόσμησόν με ταῖς σαῖς πλουσίαις δωρεαῖς καὶ ποικίλοις χαρίσμασι· σκίρτησον καὶ ἐμπεριπάτησον ἐν ἐμοὶ· μόρφωσον ἐν ἐμοὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐγκαινίζων μοι καρδίαν καὶ πνεῦμα, τὸν χαρακτῆρα τοῦ Κυρίου τῆς Δόξης·  καὶ δι’ ἐμὲ εὐλόγησον ἵνα πάντες δοξάζωσι καὶ μεγαλύνωσι τὸ Πανάγιον Ὄνομά Σου μετὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τοῦ ἑνὸς ἐν Τριάδι Θεοῦ, εἰς τοὺς αἰῶνας. Ἀμήν.

 

Subscribe to Email