«Κυρία καὶ Δέσποινα τοῦ παντός, ἡ πάντων τῶν ἐπιγείων καὶ τῶν ἐπουρανίων ὑπερέχουσα διὰ τὸ ἀσύγκριτον κάλλος τοῦ εἶναί σου, ἡ ὡραιοτάτη καὶ πάμφωτος, τὸ τεράστιον μυστήριον τῶν θείων ἐπαγγελιῶν, ἡ ἀνακεφαλαίωσις τῆς ἀνθρωπότητος, ἡ γλυκυτάτη παρθενομήτωρ, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν· Ἐπίβλεψον ἐπὶ τὰ τέκνα σου, τὰ χριστοφόρα τέκνα τῆς Ἐκκλησίας, τὰ ἐπιζητοῦντα εὐαρεστῆσαι Κυρίῳ τῷ Θεῷ καὶ ἡγαπημένῳ σου Υἱῷ καὶ ἐπιποθοῦντα ἀφιερωθῆναι Αὐτῷ διὰ τῶν ἁγίων πρεσβειῶν σου, καὶ κατεύθυνον τὰ διαβήματα, τὰ διανοήματα, τὰς πράξεις καὶ τὴν καρδίαν αὐτῶν εἰς τὸ τελέσαι πᾶν ὅ ἐστιν ὠφέλιμον καὶ ἀναγκαῖον πρὸς τελείαν ὁλοκλήρωσιν τῆς ἀφιερώσεώς των. Σὺ γὰρ πρώτη τὴν ἀφιέρωσιν πεποίηκας καὶ κατηξιώθης μήτηρ γενέσθαι τοῦ πλαστουργοῦ σου. Ἀξίωσον καὶ ἡμᾶς, τὴν ἡμῶν ἀφιέρωσιν ποιῆσαι καὶ γενηθῆναι σκεύη ἐκλογῆς, τίμια καὶ ἅγια καὶ εὐωδέστατα τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, εἰς δόξαν Θεοῦ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας. Ἀμήν».

Ἐπισκόπου Λήδρας Ἐπιφανίου, Ἡγουμένου Ἱ. Μ. Μαχαιρᾶ.

Subscribe to Email