Ἐπισκόπου Λήδρας Ἐπιφανίου, Ἡγουμένου Ἱ. Μ. Μαχαιρᾶ

Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ Θεὸς ἡμῶν, ὁ θέλων δοῦναι τοῖς ἀνθρώποις τὴν μακαρίαν ἀπόλαυσιν εἶναι μετὰ τοῦ Πατρός σου καὶ τοῦ Πνεύματος τοῦ Παναγίου, ὁ καταδεχθεὶς ἀπεριγράπτως σάρκα λαβεῖν καὶ μετὰ τοῖς ἀνθρώποις ἐνδιατρίψαι μὴ χωρισθεὶς τοῦ Πατρός, ὁ δοὺς ἑαυτὸν τύπον πᾶσι καὶ ὑπογραμμόν, ὁ θέλων ἑλκύσαι πάντας πρὸς σεαυτόν, καὶ ἐνδόξους ποιήσαι πάντας τῇ σῇ χάριτι. Οὐ γὰρ ἀπεστράφης τὸ πλάσμα σου ὃ ἐποίησας, ἀγαθέ, ἀλλ᾽ ἐπεσκέψω αὐτὸ αὐτοπροσώπως, καὶ ἐμπολιτευσάμενος αὐτῷ παρέδωκας σεαυτὸν ἑκουσίως εἰς τὸ σταυρωθῆναι, ἵνα ἀνυψούμενος ἐπὶ τοῦ Σταυροῦ, συνανυψώσῃς αὐτό, τοὐτέστι τὴν ἀνθρωπίνην φύσιν, εἰς τοὺς ἀπεριγράπτους κόλπους τοῦ Πατρός. Ὅθεν διὰ τὴν ἡμετέραν σωτηρίαν ὑπέμεινας τὴν προδοσίαν, τὸ τοῦ Ἰούδα φίλημα, τὰ ραπίσματα, τοὺς ἐμπτυσμούς, τοὺς κολαφισμούς, τοὺς γέλωτας, τὴν ἐξουδένωσιν, τὴν ὕβριν, τὸν κάλαμον, τὴν χλαῖναν, τὴν μαστίγωσιν, τὴν φραγγέλωσιν, τὸν ἀκάνθινον στέφανον, τὸν Σταυρόν, τοὺς ἥλους, τὸ ὄξος, τὴν λόγχην, τὴν ἀναίδειαν, τὴν ἀχαριστίαν, τὸν θάνατον, τὴν ταφήν, ἵνα σύνολον τὸ πεπτωκὸς θεραπεύσῃς καὶ ἀποκαταστήσῃς οὐχὶ εἰς τὴν πρώτην δόξαν, ἀλλ᾽ εἰς ἑτέραν ἀνωτέραν, λαμπροτέραν, ἐνδοξοτέραν, δικαιώσῃς δὲ τὴν ἀνθρωπίνην φύσιν παρὰ τῷ Πατρί, τὰ πάντα πληρῶν, ἐν ὑπακοῇ ἄκρᾳ πολιτευσάμενος. Μετὰ δὲ ταῦτα πάντα, προσκαλεσάμενος ἡμᾶς πρὸς σεαυτόν, λέγων «ἀκολούθει μοι», τὸ αὐτεξούσιον ἑκάστου διαφυλάττων, ἐπιποθεῖς πάντας εἶναι μετὰ σοῦ, ἀπολαμβάνοντας τὴν μακαριότητα τῆς σῆς δόξης τῇ χάριτι τοῦ Παναγίου Πνεύματος. Οὐκοῦν καὶ ἡμεῖς, ρερυπωμένοι τῷ σώματι ὑπάρχοντες καὶ κατεστιγμένοι τῇ ψυχῇ εὑρισκόμενοι, πάντα τὰ προειρημένα πάθη πολλάκις ἐπιτελέσαντες τῇ προαιρέσει, προσερχόμεθα πένητες καὶ ἁμαρτωλοὶ ἐνώπιον τοῦ ταπεινωτικοῦ μὲν τῷ σχήματι, ὑπερδεδοξασμένου δὲ τῷ πράγματι Σταυροῦ σου, καὶ μὴ ἔχοντες ἔνδυμα γάμου ἀρετῆς, μηδὲ δάκρυα μετανοίας, ὡς ἀλόγως νοημονοῦντες καὶ ἀφρόνως διάγοντες, ἐν σιωπῇ γονυπετοῦντες καὶ ἐν κραυγῇ ἰσχυρᾷ ἀπευθυνόμενοι πρὸς σὲ τὸν Κύριον ἡμῶν, παρακαλοῦμεν καὶ δεόμεθα καὶ ἱκετεύομέν σε τὸν Σωτῆρα τοῦ κόσμου, τὴν ἀνεξίκακόν σου συμπάθειαν καὶ τὰ σπλάγχνα τῶν οἰκτιρμῶν σου ἐκλιπαροῦντες εἷς ἕκαστος ἐξ ἡμῶν· Ἱλάσθητι ἐμοὶ τῷ ἁμαρτωλῷ, φεῖσαι τοῦ πλάσματός σου ὁ Θεός, ἔντειλαι τοῖς ἀγγέλοις σου τοῖς ἀγαθοῖς αἴρειν τὸν λίθον τῆς πωρώσεως ἐκ τῆς ἐμῆς καρδίας, λῦσόν μου τὴν σκοτόμαιναν τοῦ νοός, ἐγχάραξον εἰς τὴν ἐμὴν καρδίαν τὸν νόμον τοῦ Πνεύματός σου καὶ τὸν λόγον τῆς χάριτός σου, ἐνίσχυσόν με εἰς τὴν τήρησιν τῶν ἐντολῶν σου, ὅτι ἐν αὐταῖς ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἄξιον τέκνον τῆς σῆς ἀγάπης ἀνάδειξόν με καὶ τῆς μετὰ σοῦ ἐνδόξου μακαριότητος τῶν δικαίων συναρίθμησόν με, ὅπως δοξάζω, ἀνυμνῶ, εὐχαριστῶ καὶ μεγαλύνω τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Subscribe to Email