ΚΥΡΙΑΚΗ 26 Νοεμβρίου 2017 - ΙΓ΄ ΛΟΥΚΑ, Στυλιανοῦ τοῦ Παφλαγόνος

Ἀλυπίου τοῦ Κιονίτου, Νίκωνος τοῦ Μετανοεῖτε ὁσίων

 

ΑΠΟΣΤΟΛΟΣ (Ἐφεσ. δ΄ 1-7)

Αδελφοί, παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἓν σῶμα καὶ ἓν Πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ὑμῖν. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.

 

Μετάφραση

Αδελφοί, σᾶς παρακαλῶ ἐγώ πού εἶμαι φυλακισμένος γιά τόν Κύριο, νά ζεῖτε μέ τρόπο ἀντάξιο ἐκείνου πού σᾶς κάλεσε στή νέα ζωή. Νά ζεῖτε μέ ταπείνωση, πραότητα καί ὑπομονή· νά ἀνέχεστε μέ ἀγάπη ὁ ἓνας τόν ἂλλο καί νά προσπαθεῖτε νά διατηρεῖτε, μέ τήν εἰρήνη πού σᾶς συνδέει μεταξύ σας, τήν ἑνότητα πού δίνει τό Πνεῦμα τοῦ Θεοῦ. Ἓνα σῶμα ἀποτελεῖτε ὃλοι κι ἓνα πνεῦμα σᾶς ἑνώνει, ὃπως καί μία εἶναι ἡ ἐλπίδα σας γιά τήν ὁποία σᾶς κάλεσε ὁ Θεός. Ἓνας Κύριος ὑπάρχει, μία πίστη, ἓνα βά-πτισμα. Ἓνας Θεός καί Πατέρας ὃλων, πού κυριαρχεῖ σ’ ὃλους, ἐνεργεῖ μέσα ἀπ’ ὃλους καί κατοικεῖ σε ὃλους σας. Στόν καθένα μας ὂμως ἒχει δοθεῖ κάποιο ἰδιαίτερο χάρισμα, σύμφωνα μέ τό μέτρο πού δωρίζει ὀ Χριστός.   

 

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ιη΄ 18-27)

Tῷ καιρῷ ἐκείνῳ, ἄρχων τις προσῆλθε τῷ Ἰησοῦ λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· «μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου». Ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

 

Μετάφραση

Εκεῖνο τόν καιρό, κάποιος ἄρχοντας πλησίασε τόν Ἰησοῦ καί τοῦ εἶπε: «Ἀγαθέ Διδάσκαλε, τί νά κάνω γιά νά κληρονομήσω τήν αἰώνια ζωή;» Ὁ Ἰησοῦς τοῦ ἀπάντησε: «Γιατί μέ ἀποκαλεῖς ἀγαθό; Κανένας δέν εἶναι ἀγαθός, παρά μόνο ἕνας, ὁ Θεός. Ξέρεις τίς ἐντολές: μή μοιχεύσεις, μή σκοτώσεις, μήν κλέψεις, μήν ψευδομαρτυρήσεις, τίμα τόν πατέρα σου καί τή μητέρα σου». Κι ἐκεῖνος τοῦ εἶπε: «Ὅλα αὐτά τά τηρῶ ἀπό τά νιάτα μου». Ὅταν τ΄ ἄκουσε ὁ Ἰησοῦς τοῦ εἶπε: «Ἕνα ἀκόμη σου λείπει: πούλησε ὅλα ὅσα ἔχεις καί δῶσε τά χρήματα στούς φτωχούς, κι ἔτσι θά ἔχεις θησαυρό κοντά στό Θεό· κι ἔλα νά μέ ἀκολουθήσεις». Μόλις ἐκεῖνος τ΄ ἄκουσε αὐτά, πολύ στενοχωρήθηκε, γιατί ἦταν πάμπλουτος. Ὅταν ὁ Ἰησοῦς τόν εἶδε τόσο στενοχωρημένο, εἶπε: «Πόσο δύσκολα θά μποῦν στή βασιλεία τοῦ Θεοῦ αὐτοί πού ἔχουν τά χρήματα! Εὐκολότερο εἶναι νά περάσει καμήλα μέσα ἀπό βελονότρυπα, παρά νά μπεῖ πλούσιος στή βασιλεία τοῦ Θεοῦ». Ὅσοι τόν ἄκουσαν εἶπαν: «Τότε ποιός μπορεῖ νά σωθεῖ;»  Κι ἐκεῖνος τούς ἀπάντησε: «Αὐτά πού γιά τούς ἀνθρώπους εἶναι ἀδύνατα, γιά τό Θεό εἶναι δυνατά».

Subscribe to Email