ΚΥΡΙΑΚΗ 12 Νοεμβρίου 2017 - Η΄ ΛΟΥΚΑ,  Ἰωάννου τοῦ Ἐλεήμονος

Πατριάρχου Ἀλεξανδρείας, Νείλου ὁσίου

 

ΑΠΟΣΤΟΛΟΣ (Β΄ Κορ. θ΄ 6-11)

Αδελφοί, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ' εὐλογίαις ἐπ' εὐλογίαις καὶ θερίσει. Ἓκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, καθὼς γέγραπται· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα». Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι' ἡμῶν εὐχαριστίαν τῷ Θεῷ·

 

Μετάφραση

Αδελφοί, ὅποιος σπέρνει μέ φειδώ, θά ἔχει λίγη σοδειά κι ὅποιος σπέρνει ἁπλόχερα ἡ σοδειά του θά εἶναι ἄφθονη. Ὁ καθένας ἄς δώσει ὅτι τοῦ λέει ἡ καρδιά του χωρίς νά στενοχωριέται ἤ νά ἐξαναγκάζεται, γιατί «ὁ Θεός ἀγαπάει αὐτόν πού δίνει μέ εὐχαρίστηση». Ὁ Θεός ἔχει τή δύναμη νά σᾶς χορηγήσει πλουσιοπάροχα κάθε δωρεά, ὥστε νά εἶστε πάντοτε σέ ὅλα τελείως αὐτάρκεις, καί νά δίνετε μέ τό παραπάνω γιά κάθε καλό σκοπό. Τό λέει καί ἡ Γραφή: Σκόρπισε, ἔδωσε στούς φτωχούς, ἡ ἀγαθοεργία του θά διαρκεῖ αἰώνια. Αὐτός πού δίνει στό σποριά τό σπόρο καί τό ψωμί γιά νά τραφεῖ, θά δώσει καί θά πληθύνει καί τό δικό σας σπόρο καί θά αὐξήσει τούς καρπούς τῆς ἀγαθοεργίας σας. Ὁ Θεός θά σᾶς κάνει πλούσιους σέ ὅλα, γιά νά μπορεῖτε νά δίνετε γενναιόδωρα. Αὐτοί πού θά πάρουν ἀπό μᾶς τή δική σας εἰσφορά θά εὐχαριστοῦν τό Θεό.

 

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ι΄ 25-37)

Tῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ ἐκπειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπε πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. Ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστί μου πλησίον; Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχὼ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευῒτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ' αὐτὸν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.

 

Μετάφραση

Εκεῖνο τόν καιρό, κάποιος νομοδιδάσκαλος πλησίασε τόν Ἰησοῦ, καί γιά νά τόν φέρει σέ δύσκολη θέση τοῦ εἶπε: «Διδάσκαλε, τί πρέπει νά κάνω γιά νά κερδίσω τήν αἰώνια ζωή;» Ὁ Ἰησοῦς τόν ρώτησε: «Ὁ νόμος τί γράφει;» Ἐκεῖνος ἀπάντησε: «Νά ἀγαπᾶς τόν Κύριο τό Θεό σου μ΄ ὅλη τήν καρδιά σου καί μ΄ ὅλη την ψυχή σου, μ΄ ὅλη τή δύναμή σου καί μ΄ ὅλο τό νοῦ σου· καί τόν πλησίον σου ὅπως τόν ἑαυτό σου». «Πολύ σωστά ἀπάντησες», τοῦ εἶπε ὁ Ἰησοῦς· «αὐτό κάνε καί θά ζήσεις». Ἐκεῖνος ὅμως, θέλοντας νά δικαιολογήσει τόν ἑαυτό του, εἶπε στόν Ἰησοῦ: «Καί ποιός εἶναι ὁ πλησίον μου;» Πῆρε τότε ἀφορμή ὁ Ἰησοῦς καί εἶπε: «Κάποιος ἄνθρωπος, κατεβαίνοντας ἀπό τά Ἱεροσόλυμα γιά τήν Ἱεριχῶ, ἔπεσε πάνω σέ ληστές. Αὐτοί τόν ξεγύμνωσαν, τόν τραυμάτισαν καί ἔφυγαν παρατώντας τόν μισοπεθαμένο. Ἀπό ἐκεῖνο τό δρόμο ἔτυχε νά κατεβαίνει καί κάποιος ἱερέας, ὁ ὁποῖος τόν εἶδε, ἀλλά τόν προσπέρασε χωρίς νά τοῦ δώσει σημασία. Τό ἴδιο καί κάποιος λευίτης, πού περνοῦσε ἀπό ἐκεῖνο τό μέρος· παρ΄ ὅλο πού τόν εἶδε κι αὐτός, τόν προσπέρασε χωρίς νά τοῦ δώσει σημασία. Κάποιος ὅμως Σαμαρείτης πού ταξίδευε, ἦρθε πρός τό μέρος του, τόν εἶδε καί τόν σπλαχνίστηκε. Πῆγε κοντά του, ἄλειψε τίς πληγές του μέ λάδι καί κρασί καί τίς ἔδεσε καλά. Μάλιστα τόν ἀνέβασε στό δικό του τό ζῶο, τόν ὁδήγησε στό πανδοχεῖο καί φρόντισε γι΄ αὐτόν. Τήν ἄλλη μέρα φεύγοντας ἔβγαλε κι ἔδωσε στόν πανδοχέα δύο δηνάρια καί τοῦ εἶπε: φρόντισέ τον, κι ὅτι παραπάνω ξοδέψεις, ἐγώ ὅταν ξαναπεράσω θά σέ πληρώσω. Ποιός λοιπόν ἀπ΄ αὐτούς τούς τρεῖς κατά τή γνώμη σου ἀποδείχτηκε πλησίον ἐκείνου ποῦ ἔπεσε στούς ληστές;» Ὁ νομοδιδάσκαλος ἀπάντησε: «Ἐκεῖνος πού τόν σπλαχνίστηκε». Τότε ὁ Ἰησοῦς τοῦ εἶπε: «Πήγαινε, καί νά κάνεις κι ἐσύ τό ἴδιο».

Subscribe to Email