ΚΥΡΙΑΚΗ 24 Σεπτεμβρίου 2017 -Α΄ ΛΟΥΚΑ, Θέκλης μεγαλομάρτυρος

καί ἰσαποστόλου, Σιλουανοῦ τοῦ Ἀθωνίτου

 

ΑΠΟΣΤΟΛΟΣ (Β΄ Τιμ. γ΄ 10-15)

Τέκνον Τιμόθεε, παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις. Οἵους διωγμοὺς ὑπήνεγκα! Καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.

 

Μετάφραση

Παιδί μου Τιμόθεε, ἐσύ με παρακολούθησες στή διδα-σκαλία, στόν τρόπο ζωῆς, στούς σκοπούς, στήν πίστη, στή μακροθυμία, στήν ἀγάπη, στήν ὑπομονή, στούς διωγμούς, στά παθήματα σάν αὐτά πού ὑπέμεινα στήν Ἀντιόχεια, στό Ἰκόνιο, στά Λύστρα. Τί διωγμούς ὑπέφερα! Κι ἀπ΄ ὅλα μέ γλίτωσε ὁ Κύριος. Κι ὄχι μόνο ἐγώ, ἀλλά καί ὅλοι ὅσοι θέλουν νά ζήσουν μέ εὐσέβεια, σύμφωνα μέ τό θέλημα τοῦ Ἰησοῦ Χριστοῦ, θά ἀντιμετωπίσουν διωγμούς. Μόνο οἱ πονηροί ἄνθρωποι καί οἱ ἀπατεῶνες θά προκόβουν στό χειρότερο· θά ἐξαπατοῦν τούς ἄλλους καί οἱ ἄλλοι θά τούς ἐξαπατοῦν. Ἐσύ ὅμως νά μένεις σ΄ αὐτά πού ἔμαθες καί  πού γιά τήν  ἀξιοπιστία τούς ἔχεις τεκμήρια. Ξέρεις ἀπό ποιόν τό ἔμαθες· καί μή λησμονεῖς ὅτι ἀπό τή βρεφική σου ἡλικία γνωρίζεις τή Γραφή, πού μπορεῖ νά σέ κάνει σοφό ὁδηγώντας σέ στή σωτηρία διά τῆς πίστεως στόν Ἰησοῦ Χριστό.

 

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ε΄ 1-11)

Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυνον τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ· Ἐπιστάτα, δι' ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον,  ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

 

Μετάφραση

Εκεῖνο τόν καιρό, καθώς στεκόταν ὁ Ἰησοῦς στήν ὄχθη τῆς λίμνης Γεννησαρέτ, εἶδε δύο ψαροκάικα στήν ἄκρη τῆς λίμνης. Οἱ ψαράδες εἶχαν κατέβει ἀπ΄ αὐτά καί ἔπλεναν τά δίχτυα. Ἐκεῖνος ἀνέβηκε σ΄ ἕνα ἀπό τά ψαροκάικα, σ΄ αὐτό πού ἦταν τοῦ Σίμωνα, καί τόν παρακάλεσε νά τραβηχτεῖ λίγο ἀπό τήν ξηρά. Κάθισε στό ψαροκάικο καί ἀπ΄ αὐτό δίδασκε τά πλήθη. Ὅταν τελείωσε τήν ὁμιλία του, εἶπε στό Σίμωνα: «Πήγαινε στά βαθιά καί ρίξτε τά δίχτυα σας γιά ψάρεμα». Ὁ Σίμων τοῦ ἀποκρίθηκε: «Διδάσκαλε, ὅλη τή νύχτα παιδευόμασταν καί δέν πιάσαμε τίποτε· ἐπειδή ὅμως τό λές ἐσύ, θά ρίξω τό δίχτυ». Τό ἔριξαν κι ἔπιασαν πάρα πολλά ψάρια, τόσα πού τό δίχτυ τους ἄρχισε νά σκίζεται. Μέ νεύματα εἰδοποίησαν τούς συνεταίρους τους, πού ἦταν στό ἄλλο πλοῖο νά ἔρθουν νά τούς βοηθήσουν. Ἐκεῖνοι ἦρθαν καί γέμισαν καί τά δύο ψαροκάικα σέ σημεῖο πού νά κινδυνεύουν νά βυθιστοῦν. Ὅταν ὁ Σίμων Πέτρος εἶδε τί ἔγινε, ἔπεσε στά γόνατα τοῦ Ἰησοῦ καί τοῦ εἶπε: «Βγές ἀπό τό καΐκι μου, Κύριε, γιατί εἶμαι ἄνθρωπος ἁμαρτωλός». Αὐτά τά εἶπε γιατί εἶχε κυριευτεῖ ἀπό δέος, αὐτός καί ὅλοι ὅσοι ἦταν μαζί του, γιά τά πολλά ψάρια πού εἶχαν πιάσει. Τό ἴδιο συνέβη καί μέ τά παιδιά τοῦ Ζεβεδαίου, τόν Ἰάκωβο καί τόν Ἰωάννη, πού ἦταν συνεργάτες τοῦ Σίμωνα. Ὁ Ἰησοῦς τότε εἶπε στό Σίμωνα: «Μή φοβᾶσαι, ἀπό τώρα θά ψαρεύεις ἀνθρώπους». Ὕστερα, ἀφοῦ τράβηξαν τά ψαροκάικα στή στεριά, ἄφησαν τά πάντα καί τόν ἀκολούθησαν.

 

Subscribe to Email