ΑΠΟΣΤΟΛΟΣ (Φιλιπ. β΄ 5-11)

Αδελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.

Μετάφραση

Αδελφοί, νά ὑπάρχει μεταξύ σας τό ἲδιο φρόνημα πού εἶχε κι ὁ Ἰησοῦς Χριστός, ὁ ὁποῖος, ἂν καί ἦταν Θεός, δέν θεώρησε τήν ἰσότητά του μέ τόν Θεό ἀποτέλεσμα ἁρπαγῆς, ἀλλά τά ἀπαρνήθηκε ὃλα καί πῆρε μορφή δούλου·  ἒγινε ἂνθρωπος, καί ὂντας πραγματικός ἂνθρωπος ταπεινώθηκε θεληματικά ὑπακούοντας μέχρι θανάτου, καί μάλιστα θανάτου σταυρικοῦ. Γι’ αὐτό καί ὁ Θεός τόν ἀνέβασε πολύ ψηλά καί τοῦ χάρισε τό ὂνομα πού εἶναι πάνω ἀπ’  ὃλα τά ὀνόματα. Ἒτσι, στό ὂνομα τοῦ Ἰησοῦ ὃλα τά ἐπουράνια, τά ἐπίγεια καί τά ὑποχθόνια θά προσκυνήσουν, καί κάθε γλώσσα θά ὁμολογήσει ὃτι Κύριος εἶναι ὁ Ἰησοῦς Χριστός, για νά δοξάζεται ἒτσι ὁ Θεός Πατέρας.

 

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ι΄ 38-42, ια΄ 27-28)

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἴκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Μετάφραση

Εκεῖνο τόν καιρό, μπῆκε ὁ Ἰησοῦς σ΄ ἕνα χωριό, καί τόν ὑποδέχτηκε σπίτι της κάποια γυναίκα πού τήν ἔλεγαν Μάρθα. Αὐτή εἶχε μία ἀδερφή πού ὀνομαζόταν Μαρία, κι ἡ ὁποία κάθισε στά πόδια τοῦ Ἰησοῦ καί ἄκουγε τή διδασκαλία του. Ἀντίθετα, ἡ Μάρθα δούλευε ἀσταμάτητα γιά νά τούς περιποιηθεῖ. Πῆγε λοιπόν στόν Ἰησοῦ καί τοῦ εἶπε: «Κύριε, δέ νοιάζεσαι πού ἡ ἀδερφή μου μέ ἄφησε μόνη νά σέ περιποιοῦμαι; Πές της, λοιπόν, νά μέ βοηθήσει». Ὁ Ἰησοῦς τῆς ἀποκρίθηκε: «Μάρθα, Μάρθα, ἀσχολεῖσαι κι ἀγωνιᾶς γιά τόσα πολλά πράγματα, ἐνῶ ἕνα μόνο χρειάζεται. Αὐτό διάλεξε ἡ Μαρία, καί δέν πρόκειται νά τῆς τό ἀφαιρέσει κανείς». Ἐνῶ ἔλεγε αὐτά ὁ Ἰησοῦς, κάποια γυναίκα ἀπό τό πλῆθος ἔβγαλε μιά δυνατή φωνή καί τοῦ εἶπε: «Χαρά στή μάνα πού σέ γέννησε καί σέ θήλασε!» Κι ἐκεῖνος εἶπε: «Πιό πολύ χαρά σ΄ ἐκείνους πού ἀκοῦν τό λόγο τοῦ Θεοῦ καί τόν ἐφαρμόζουν!»

Subscribe to Email