ΑΠΟΣΤΟΛΟΣ (Ἐφεσ. β΄ 4-10)

Αδελφοί, ὁ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσῳσμένοι· καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

 

Μετάφραση

Αδελφοί, ὁ Θεός μᾶς ἀγάπησε, γιατί εἶναι πλούσιος σέ ἔλεος κι ἔχει ἀπέραντη ἀγάπη. Κι ἐνῶ ἤμασταν πνευματικά νεκροί ἐξαιτίας τῶν παραπτωμάτων μας, μᾶς ξανάδωσε ζωή μαζί μέ τό Χριστό. Μέ τή χάρη τοῦ Θεοῦ ἔχετε σωθεῖ. Μᾶς ἀνέστησε μαζί μέ τόν Ἰησοῦ Χριστό καί μᾶς ἔβαλε νά καθίσουμε μαζί μ΄ αὐτόν στά οὐράνια. Ἔτσι, μέ τήν ἀγάπη πού μᾶς ἔδειξε διά τοῦ Ἰησοῦ Χριστοῦ, φανερώνει στίς μελλοντικές γενιές πόσο ὑπερβολικά γενναιόδωρη εἶναι ἡ χάρη Του. Πραγματικά, μέ τή χάρη Του σωθήκατε διά τῆς πίστεως. Κι αὐτό δέν εἶναι δικό σας κατόρθωμα ἀλλά δῶρο Θεοῦ. Δέ σωθήκατε μέ τά δικά σας ἔργα κι ἔτσι κανείς δέν μπορεῖ νά καυχηθεῖ γι΄ αὐτό. Εἴμαστε δημιούργημα τοῦ Θεοῦ, ὁ ὁποῖος διά τοῦ Ἰησοῦ Χριστοῦ μας ἔκανε καινούριους ἀνθρώπους, γιά νά μποροῦμε νά κάνουμε καλά ἔργα, πού τά προετοίμασε ὁ Θεός, γιά νά εἶναι μ΄ αὐτά γεμάτη ἡ ζωή μας.

 

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ιστ΄ 19-31)

Εἶπεν ὁ Κύριος· Ἄνθρωπος τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τόν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Καὶ αὐτὸς φωνήσας εἶπε· Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. Εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Λέγει αὐτῷ Ἀβραάμ· Ἒχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. Ὁ δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ' ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.

 

Μετάφραση

Εἶπεν ὁ Κύριος: «Κάποιος ἄνθρωπος ἦταν πλούσιος, φοροῦσε πολυτελῆ ροῦχα καί τό τραπέζι του κάθε μέρα ἦταν λαμπρό. Κάποιος φτωχός ὅμως, πού τόν ἔλεγαν Λάζαρο, ἦταν πεσμένος κοντά στήν πόρτα τοῦ σπιτιοῦ τοῦ πλουσίου, γεμάτος πληγές. Αὐτός προσπαθοῦσε νά χορτάσει ἀπό τά ψίχουλα πού ἔπεφταν ἀπό τό τραπέζι τοῦ πλουσίου. Ἔρχονταν καί τά σκυλιά καί τοῦ ἔγλυφαν τίς πληγές. Πέθανε ὁ φτωχός, καί οἱ ἄγγελοι τόν πῆραν κοντά στόν Ἀβραάμ. Πέθανε κι ὁ πλούσιος καί τόν ἒθαψαν. Στόν ἅδη πού ἦταν καί βασανιζόταν σήκωσε τά μάτια του καί εἶδε ἀπό μακριά τόν Ἀβραάμ καί κοντά του τόν Λάζαρο. Τότε φώναξε ὁ πλούσιος καί εἶπε: “Πατέρα μου Ἀβραάμ, σπλαχνίσου μέ καί στεῖλε τό Λάζαρο νά βρέξει μέ νερό τήν ἄκρη τοῦ δάχτυλού μου καί νά μοῦ δροσίσει τή γλώσσα, γιατί ὑποφέρω μέσα σ΄ αὐτή τή φωτιά”. Ὁ Ἀβραάμ ὃμως τοῦ ἀπάντησε: “Παιδί μου, θυμήσου ὅτι ἐσύ ἀπόλαυσες τήν εὐτυχία στή ζωή σου, ὅπως κι ὁ Λάζαρος τή δυστυχία. Τώρα λοιπόν αὐτός χαίρεται ἐδῶ, κι ἐσύ ὑποφέρεις. Κι ἐκτός ἀπ΄ ὅλα αὐτά, ὑπάρχει ἀνάμεσά μας μεγάλο χάσμα, ὥστε αὐτοί πού θέλουν νά διαβοῦν ἀπό ἐδῶ σ΄ ἐσᾶς νά μήν μποροῦν, οὔτε οἱ ἀπό ἐκεῖ νά περάσουν σ΄ ἐμᾶς”. Εἶπε πάλι ὁ πλούσιος: “Τότε σέ παρακαλῶ, πατέρα, στεῖλε τόν στό σπίτι τοῦ πατέρα μου, νά προειδοποιήσει τούς πέντε ἀδερφούς μου, ὥστε νά μήν ἔρθουν κι αὐτοί σ΄ αὐτό τόν τόπο τῶν βασάνων”. Ὁ Ἀβραάμ τοῦ λέει: “Ἒχουν τά λόγια τοῦ Μωυσῆ καί τῶν προφητῶν· ἄς ὑπακούσουν σ΄ αὐτά”. “Ὂχι, πατέρα μου Ἀβραάμ”, τοῦ λέει ἐκεῖνος, “δέν ἀρκεῖ· ἀλλά ἄν κάποιος ἀπό τούς νεκρούς πάει σ΄ αὐτούς, θά μετανοήσουν”. Τοῦ λέει τότε ὁ Ἀβραάμ: «Ἂν δέν ὑπακοῦνε στά λόγια τοῦ Μωυσῆ καί τῶν προφητῶν, ἀκόμη κι ἄν ἀναστηθεῖ κάποιος ἀπό τούς νεκρούς, δέν πρόκειται νά πειστοῦν”».

Subscribe to Email