Ἡγουμένου Ἱ. Μονῆς Μαχαιρᾶ, Ἐπισκόπου Ἐπιφανίου

 Κύριε, ὁ ὑπερένδοξος, ὁ μεγαλόδωρος, ἡ ἄκρα ἀγαθότης, ἡ ἀπερινόητος ταπείνωσις, ἡ ἀνέκφραστος ἀγάπη, ὁ φιλάνθρωπος Πατήρ, ὁ δίκαιος κριτής, ὁ ταχὺς εἰς βοήθειαν καὶ βραδὺς εἰς ὀργήν, ἡ ἄφατος εὐσπλαγχία, ὅν οὐδεὶς δύναται ἑρμηνεῦσαι καὶ ἐπαρκῶς παραστῆσαι, Σύ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ γνούς με πρὸ καταβολῆς κόσμου, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ὁ προσλαβών με καὶ διὰ τῆς υἱοθεσίας ἀναδεικνύων με τέκνον σόν, ὁ ἀξιῶν με τῆς παραστάσεως πρὸ τοῦ θρόνου τῆς μεγαλοπρεποῦς σου δόξης, ὁ τῆς ἡμετέρας μικρᾶς φθογγῆς τὸν λόγον ἀπεκδεχόμενος, προσαγομένης εἰς τὰ ὦτα Σοῦ τοῦ Κυρίου Σαβαὼθ καὶ δευτερούσης τὸν τοῦ τελώνου λόγον, «ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ», ἰδοὺ καὶ τἀνῦν παρίσταμαι ἐνώπιόν σου, παρακαλῶν τὴν συμπαθεστάτην σου εὐσλπαγχνίαν καὶ τοὺς φιλανθρώπους σου οἰκτιρμούς, ἐπίβλεψον ἐπ᾽ ἐμὲ προσελθόντος σοι ὡς ὁ ἄσωτος υἱός, ἐστερημένος τὸν πλοῦτον τῶν σῶν δωρεῶν τῶν κεχαρισμένων ἐμοὶ ὑπὸ σοῦ, ἐξουθενημένος καὶ καταρρακωμένος τῷ πλήθει τῶν πολλῶν μου πλημμελημάτων καὶ τῷ βάρει τοῦ πλήθους τῶν ἐμῶν ἁμαρτημάτων, ὅτι οὐδὲν ἄξιον τῷ σῷ θελήματι, οὐδὲ εὐάρεστον τῷ σῷ προστάγματι ἐποίησα. Θρηνῶ καὶ ὀδύρομαι ὡς ὁ Ἀδὰμ πρὸ τῆς πύλης τοῦ παραδείσου, κραυγάζων τὴν σπαραγμώδη ἐκείνου φωνήν.

Ἐλέησόν με, Κύριε, τὸν παραπεσόντα˙ ἐλέησόν με τὸν τρισάθλιον˙ ἐλέησόν με τὸν ἐλεεινόν˙ ἐλέησόν με τὸν πεπωρωμένον ἐν ταῖς ἀνοήτοις ἐπιθυμίαις˙ ἐλέησόν με τὸν τεθανατωμένον ἐν ταῖς φιληδόνοις ἁμαρτίαις˙ ἐλέησόν με, Κύριε, καὶ στερέωσόν με ἐν τῇ πίστει, δυνάμωσόν με ἐν τῇ ἐλπίδι καὶ ἁγίασόν με ἐν τῇ ἀγάπῃ τῇ σῇ˙ πῆξον ἐν τῇ ἐμῇ καρδίᾳ τὴν ἁγίαν σου ταπείνωσιν, ἐφ᾽ ἧς κτίσον πάντα τὰ προειρημένα˙ ἄνευ αὐτῆς γάρ, οὐδεὶς οὐδὲν δύναται ἐπιτελέσαι ἢ ἐπιτυχεῖν, θεῖόν τε καὶ ἅγιον καὶ τέλειον. Ὅθεν παρακαλῶ τὴν ἀγαθότητά σου, καὶ πρέσβεις ὑπὲρ ἐμοῦ προβάλλω σοι τήν τε Κυρίαν Θεοτόκον Μαριάμ, καὶ τοὺς ἁγίους Γρηγόριον τὸν Παλαμᾶν καὶ Ἰωάννην τὸν Σιναΐτην καὶ Μαρίαν τὴν Αἰγυπτίαν, ἵνα δι᾽ αὐτῶν ὑπὸ σοῦ ἐλεηθῶ καὶ τύχω τῆς συγγνώμης καὶ λάβω πάλιν τὴν τῆς υἱοθεσίας σφραγίδα καὶ κληθῶ σὸς υἱὸς κατὰ χάριν καὶ ἀξιωθῶ τῆς μερίδος τῶν δικαίων καὶ ἀπολαύσω τῆς χαρᾶς τοῦ παραδείσου καὶ διαμείνω μετὰ σοῦ εἰς αἰῶνας αἰώνων, καὶ εὐχαριστίας ἀεννάως προσφέρω σοι, τῷ μόνῳ φιλανθρώπῳ Θεῷ, Πατρί τε καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.

Subscribe to Email