ΑΠΟΣΤΟΛΟΣ (Ρωμ. ιε΄ 1-7)

Αδελφοί, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος γὰρ ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· «Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμέ». Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν Θεοῦ.

Μετάφραση

Αδελφοί, ὃσοι ἔχουμε δυνατή πίστη ὀφείλουμε νά ἀνεχόμαστε τίς ἀδυναμίες αὐτῶν πού ἔχουν ἀδύναμη πίστη, καί νά μήν κάνουμε ὅ,τι ἀρέσει σ’ ἐμᾶς. Ἡ συμπεριφορά τοῦ καθενός μας νά εἶναι ἀρεστή στόν πλησίον, ὥστε νά τόν βοηθάει νά προκόβει στό ἀγαθό κι ἔτσι νά συντελεῖ στήν οἰκοδομή τῆς ἐκκλησίας. Ἄλλωστε, κι ὁ Χριστός δέν ἔζησε γιά νά εὐαρεστήσει τόν ἑαυτό του, ἀλλά, ὅπως λέει ἡ Γραφή, οἱ ὕβρεις ὅσων σ’ ἔβριζαν, Θεέ, ἔπεσαν πάνω μου. Νά ξέρετε ὅτι ὅσα γράφτηκαν στίς Γραφές, ἔχουν γραφτεῖ γιά νά μᾶς διδάσκουν. Ἔτσι, μέ τήν ὑπομονή καί τήν ἐνθάρ-ρυνση πού δίνει ἡ Γραφή, θά στηριχτεῖ ἡ ἐλπίδα μας. Εἴθε ὁ Θεός, πού χαρίζει τήν ὑπομονή καί τήν ἐνθάρρυνση, νά σᾶς δώσει τήν ὁμόνοια σύμφωνα μέ τό θέλημα τοῦ Ἰησοῦ Χριστοῦ. Ἔτσι, ὅλοι μαζί μέ μία φωνή θά δοξάζετε τό Θεό, τόν Πατέρα τοῦ  Κυρίου μας Ἰησοῦ Χριστοῦ. Νά δέχεστε ὁ ἕνας τόν ἄλλο, ὅπως δέχτηκε κι ἐσᾶς ὁ Χριστός, γιά νά δοξάζεται ὁ Θεός.

 

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. θ΄ 27-35)

Τῷ καιρῷ ἐκείνῳ, παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαυῒδ. Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ· Ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. Οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγω-γαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Μετάφραση

Εκεῖνο τόν καιρό, καθώς προχωροῦσε ὁ Ἰησοῦς, τόν ἀκολούθησαν δύο τυφλοί, πού φώναζαν κι ἔλεγαν: «Σπλαχνίσου μας, Υἱέ τοῦ Δαβίδ!» Κι ὅταν ἔφτασε στό σπίτι, πῆγαν κοντά του οἱ τυφλοί, καί ὁ Ἰησοῦς τούς λέει: «Πιστεύετε πώς μπορῶ νά τό κάνω αὐτό;» Τοῦ λένε: «Ναί, Κύριε».  Τότε ἄγγιξε τά  μάτια τους  καί εἶπε:  «Ὅπως τό πιστεύετε νά σᾶς γίνει». Κι ἀνοίχτηκαν τά μάτια τους. Τότε ὁ Ἰησοῦς πρόσταξε λέγοντας: «Προσέξτε νά μήν τό μάθει κανένας». Αὐτοί ὅμως, μόλις βγῆκαν ἔξω, διέδωσαν τή φήμη του σ’ ὅλη τήν περιοχή ἐκείνη. Ἐνῶ ἔβγαιναν ἔξω οἱ δύο τυφλοί, τοῦ ἔφεραν ἕναν κωφάλαλο δαιμονισμένο. Μόλις ἔδιωξε τό δαιμόνιο, μίλησε ὁ κωφάλαλος. Κι ὁ κόσμος θαύμασε καί εἶπε: «Ποτέ ὡς τώρα δέν εἶδαν οἱ Ἰσραηλίτες τέτοια πράγματα!» Οἱ Φαρισαῖοι ὅμως ἔλεγαν: «Μέ τή δύναμη τοῦ ἄρχοντα  τῶν δαιμόνων διώχνει τά δαιμόνια».  Ὁ Ἰησοῦς περιόδευε σ’ ὅλες τίς πόλεις καί στά χωριά, δίδασκε στίς συναγωγές τους, κήρυττε τό χαρμόσυνο μήνυμα γιά τόν ἐρχομό τῆς βασιλείας τοῦ Θεοῦ καί γιάτρευε κάθε ἀσθένεια καί κάθε ἀδυναμία στό λαό.

Subscribe to Email