ΑΠΟΣΤΟΛΟΣ (Ρωμ. στ΄ 18-23)

Αδελφοί, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὣσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Ὃτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Τὸ γὰρ τέλος ἐκείνων θάνατος. Νυνὶ δέ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

 

Μετάφραση

Αδελφοί, εἶστε ἐλεύθεροι πιά ἀπό τό ζυγό τῆς ἁμαρτίας κι ὑπηρετεῖτε τό καλό καί τό δίκαιο. Χρησιμοποιῶ τήν ἀνθρώπινη εἰκόνα τῆς δουλείας, γιατί δέν μπορεῖτε ἀλλιώτικα νά μέ καταλάβετε. Παλιότερα εἴχατε ὑποδουλώσει ὅλο τό εἶναι σας σέ πάθη καί πράξεις ἀντίθετες στό θεϊκό θέλημα, μέ ἀποτέλεσμα νά ζεῖτε ἀντίθετα πρός τίς ἐντολές τοῦ Θεοῦ. Ἔτσι πρέπει καί τώρα νά ὑποδουλώσετε ὅλο τό εἶναι σας στό θεϊκό θέλημα, γιά νά βρεθεῖτε κοντά στό Θεό. Μήν ξεχνᾶτε πώς, ὅσον καιρό ἤσασταν ὑπόδουλοι στήν ἁμαρτία, ἤσασταν μακριά ἀπό τό θέλημα τοῦ Θεοῦ. Ποιό ἦταν τό κέρδος σας ἀπό τή διαγωγή σας ἐκείνη; Τώρα ὅμως εἶστε ἐλεύθεροι πιά ἀπό τήν ἁμαρτία κι ἀνήκετε στό Θεό. Καρπός τῆς καινούριας ζωῆς σας εἶναι ἡ ἁγιοσύνη, καί τό τέλος τῆς πορείας σας εἶναι ἡ αἰώνια ζωή. Γιατί ὁ μισθός πού δίνει ἡ ἁμαρτία εἶναι ὁ θάνατος, ἐνῶ τό δῶρο πού χαρίζει ὁ Θεός εἶναι ἡ αἰώνια ζωή, τήν ὁποία ἔφερε ὁ Ἰησοῦς Χριστός, ὁ Κύριός μας.

 

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. η΄ 5-13)

Τῷ καιρῷ ἐκείνῳ, εἰσελθόντι τῷ Ἰησοῦ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῷ· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

 

Μετάφραση

Εκεῖνο τόν καιρό, μόλις μπῆκε ὁ Ἰησοῦς στήν Καπερναούμ, τόν πλησίασε ἕνας ἑκατόνταρχος καί τόν παρακαλοῦσε μ΄ αὐτά τά λόγια: «Κύριε, ὁ δοῦλος μου εἶναι κατάκοιτος στό σπίτι, παράλυτος, καί ὑποφέρει φοβερά». Ὁ Ἰησοῦς τοῦ λέει: «Ἐγώ θά ἔρθω καί θά τόν θεραπεύσω». Ὁ ἑκατόνταρχος τοῦ ἀποκρίθηκε: «Κύριε, δέν εἶμαι ἄξιος νά σέ δεχτῶ στό σπίτι μου· πές ὅμως ἕνα λόγο, καί θά γιατρευτεῖ ὁ δοῦλος μου. Εἶμαι κι ἐγώ ἄνθρωπος κάτω ἀπό ἐξουσία, καί ἔχω στρατιῶτες στή διοίκησή μου· λέω στόν ἕνα «Πήγαινε» καί πηγαίνει, καί στόν ἄλλο «ἔλα» καί ἔρχεται, καί στό δοῦλο μου «κάνε αὐτό» καί τό κάνει». Ὅταν τόν ἄκουσε ὁ Ἰησοῦς, θαύμασε καί εἶπε σ΄ ὅσους τόν ἀκολουθοῦσαν: «Σᾶς βεβαιώνω πώς τόση πίστη οὔτε ἀνάμεσα στούς Ἰσραηλίτες δέ βρῆκα. Καί σᾶς λέω, πώς θά ΄ρθουν πολλοί ἀπό ἀνατολή καί δύση καί θά καθίσουν μαζί μέ τόν Ἀβραάμ, τό Ἰσαάκ καί τόν Ἰακώβ στό τραπέζι τῆς βασιλείας τῶν οὐρανῶν, ἐνῶ οἱ κληρονόμοι τῆς βασιλείας θά πεταχτοῦν ἔξω στό σκοτάδι· ἐκεῖ θά κλαῖνε, καί θά τρίζουν τά δόντια τους». Ὕστερα εἶπε στόν ἑκατόνταρχο ὁ Ἰησοῦς:  «Πήγαινε, κι ἄς γίνει αὐτό πού πίστεψες». Καί γιατρεύτηκε ὁ δοῦλος ἐκείνη τήν ὥρα.

Subscribe to Email