ΚΥΡΙΑΚΗ 7 Ἰανουαρίου 2018 - Ἡ Σύναξις Ἰωάννου τοῦ Προδρόμου

καί Βαπτιστοῦ

ΑΠΟΣΤΟΛΟΣ (Πράξ. ιθ΄ 1-8)

Εν ταῖς ἡμέρες ἐκείναις, ἐγένετο ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀλλ’ οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ’ ἔστιν εἰς τὸν Ἰησοῦν Χριστόν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

 

Μετάφραση

Εκεῖνες τίς μέρες, ἐνῶ ὁ Ἀπολλῶς ἦταν στήν Κόρινθο, ὁ Παῦλος περιόδευσε τά ψηλά ὀροπέδια τῆς Μικρᾶς Ἀσίας κι ὕστερα ἦρθε  στήν Ἔφεσο. Ἐκεῖ βρῆκε μερικούς χριστιανούς καί τούς ρώτησε: «Ὅταν πιστέψατε, λάβατε τό Ἅγιο ΠνεῦμαΑὐτοί ἀπάντησαν: «Μά ἐμεῖς οὔτε κάν ἔχουμε ἀκούσει ὅτι ὑπάρχει Ἅγιο Πνεῦμα». Ὁ Παῦλος τούς ρώτησε: «Τί εἴδους βάπτισμα λοιπόν λάβατε;» Κι αὐτοί ἀπάντησαν: «Τό βάπτισμα τοῦ Ἰωάννη». Ὁ Παῦλος τότε τούς ἐξήγησε: «Ὁ Ἰωάννης βάφτισε ἐκείνους πού ἤθελαν νά ἀρχίσουν μία καινούρια ζωή. Ἔλεγε ὅμως στό λαό νά πιστέψουν σ΄ ἐκεῖνον πού ἐρχόταν ὕστερα ἀπ΄ αὐτόν, δηλαδή στόν Ἰησοῦ Χριστό». Ὅταν τό ἄκουσαν αὐτό, βαφτίστηκαν στό ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Ὁ Παῦλος ἀκούμπησε τά χέρια του πάνω τους, καί ἦρθε τό Ἅγιο Πνεῦμα σ΄ αὐτούς· ἄρχισαν τότε νά μιλοῦν γλῶσσες καί νά προφητεύουν. Αὐτοί ἦταν συνολικά κάπου δώδεκα ἄντρες. Τούς ἑπόμενους τρεῖς μῆνες ὁ Παῦλος πήγαινε στή συναγωγή, ὅπου μέ παρρησία κήρυττε καί συζητοῦσε, φέροντας πειστικές ἀποδείξεις σχετικά μέ τή βασιλεία τοῦ Θεοῦ.

 

ΕΥΑΓΓΕΛΙΟ (Ἰωάν. α΄ 29-34)

Τῷ καιρῷ ἐκείνῳ, βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

 

Μετάφραση

Εκεῖνο τόν καιρό, ὁ Ἰωάννης βλέπει τόν Ἰησοῦ νά ἔρχεται πρός τό μέρος του καί λέει: «Αὐτός εἶναι ὁ ἀμνός τοῦ Θεοῦ, πού παίρνει πάνω του τήν ἁμαρτία τῶν ἀνθρώπων. Γι΄ αὐτόν σᾶς μίλησα ὅταν εἶπα, «ὕστερα ἀπό μένα ἔρχεται ἕνας πού εἶναι ἀνώτερός μου, γιατί ὑπῆρχε πρίν ἐγώ νά γεννηθῶ». Ἐγώ κάποτε δέν τόν ἤξερα ποιός εἶναι. Γιά νά τόν γνωρίσει ὅμως ὁ Ἰσραήλ, γι΄ αὐτό ἦρθα ἐγώ καί βαφτίζω μέ νερό». Κι ὁ Ἰωάννης διακήρυξε δημόσια καί εἶπε: «Εἶδα τό Πνεῦμα νά κατεβαίνει σάν περιστέρι ἀπό τόν οὐρανό καί νά μένει πάνω του. Ἐγώ δέν τόν ἤξερα ποιός ἦταν, αὐτός ὅμως πού μέ ἔστειλε νά βαφτίζω μέ νερό, αὐτός μοῦ εἶπε: «ἐκεῖνος πού πάνω του θά δεῖς νά κατεβαίνει καί νά μένει τό Πνεῦμα αὐτός εἶναι πού βαφτίζει μέ Ἅγιο Πνεῦμα». Κι αὐτό ἐγώ τό εἶδα· καί διακήρυξα δημόσια πώς αὐτός εἶναι ὁ Υἱός τοῦ Θεοῦ».

 

Subscribe to Email