ΑΠΟΣΤΟΛΟΣ (Β΄ Κορ. ια΄ 21- ιβ΄ 9)

Αδελφοί, ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ· καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἣδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.

 

Μετάφραση

Αδελφοί, ὁ Θεός καί Πατέρας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ - ἄς εἶναι εὐλογημένο τό ὄνομά του στούς αἰῶνες - ξέρει ὅτι δέ λέω ψέματα. Στή Δαμασκό, ὁ διοικητής-ἐκπρόσωπος τοῦ βασιλιᾶ Ἀρέτα ἔβαλε φρουρούς σέ ὅλη τήν πόλη γιά νά μέ συλλάβει. Μέσα ὅμως ἀπό ἕνα ἄνοιγμα τοῦ τείχους μέ κατέβασαν μέ καλάθι καί ξέφυγα ἀπό τά χέρια του. Δέ μέ συμφέρει βέβαια νά καυχηθῶ· θά τό κάνω ὅμως γιατί πρόκειται γιά ὁράματα κι ἀποκαλύψεις πού μοῦ χάρισε ὁ Κύριος. Ξέρω ἕναν ἄνθρωπο πιστό, ὁ ὁποῖος πρίν ἀπό δεκατέσσερα χρόνια ἀνυψώθηκε μέχρι καί τόν τρίτο οὐρανό - δέν ξέρω ἄν ἦταν μέ τό σῶμα του ἤ χωρίς τό σῶμα, αὐτό ὁ Θεός τό ξέρει. Ξέρω ὅτι αὐτός ὁ ἄνθρωπος - ἤ ἦταν μέ τό σῶμα ἤ χωρίς τό σῶμα δέν τό ξέρω, ὁ Θεός τό ξέρει - μεταφέρθηκε ξαφνικά στόν παράδεισο καί ἄκουσε λόγια πού δέν μπορεῖ οὔτε ἐπιτρέπεται νά τά πεῖ ἄνθρωπος. Γι΄ αὐτό τόν ἄνθρωπο θά καυχηθῶ· γιά τόν ἑαυτό μου ὅμως δέ θά καυχηθῶ, παρά μόνο γιά τίς ταλαιπωρίες μου. Ἅμα θελήσω, λοιπόν, νά καυχηθῶ, δέ θά φανῶ ἀνόητος, γιατί θά πῶ τήν ἀλήθεια. Τό ἀποφεύγω ὅμως, μήπως ἐξαιτίας τοῦ μεγαλείου τῶν ἀποκαλύψεων, μέ θεωρήσει κανείς παραπάνω ἀπ΄ αὐτό πού βλέπει ἤ ἀκούει ἀπό μένα. Γιά νά μήν περηφανεύομαι ὅμως, ὁ Θεός μοῦ ἔδωσε ἕνα ἀγκάθι στό σῶμα μου, ἕναν ὑπηρέτη τοῦ σατανᾶ νά μέ ταλαιπωρεῖ, ὥστε νά μήν περηφανεύομαι. Γι΄ αὐτό τό ἀγκάθι τρεῖς φορές παρακάλεσα τόν Κύριο νά τό διώξει ἀπό πάνω μου. Ἡ ἀπάντησή του ἦταν: «Σού ἀρκεῖ ἡ χάρη μου, γιατί ἡ δύναμή μου φανερώνεται στήν πληρότητά της μέσα σ΄ αὐτή τήν ἀδυναμία σου». Μέ περισσότερη εὐχαρίστηση, λοιπόν, θά καυχηθῶ, γιά τίς ταλαιπωρίες μου, γιά νά κατοικήσει μέσα μου ἡ δύναμη τοῦ Χριστοῦ.

 

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. η΄ 41-56)

Tῷ καιρῷ ἐκείνῳ, ἂνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτός ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ' οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. Καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι καὶ λέγεις τίς ὁ ἁψάμενός μου; Ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ. Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι' ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. Ἒκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε· Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς. Ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

 

Μετάφραση

Εκεῖνο τόν καιρό, πλησίασε τόν Ἰησοῦ κάποιος ἂνθρωπος πού τόν ἔλεγαν Ἰάειρο καί ἦταν ἄρχοντας τῆς συναγωγῆς. Αὐτός ἔπεσε στά πόδια τοῦ Ἰησοῦ καί τόν παρακαλοῦσε νά πάει στό σπίτι του, γιατί εἶχε μια μοναχοκόρη δώδεκα χρόνων, πού ἦταν ἑτοιμοθάνατη. Τήν ὥρα πού ὁ Ἰησοῦς βάδιζε πρός τό σπίτι, τά πλήθη τόν περιέβαλαν ἀσφυκτικά. Κάποια γυναίκα, πού ὑπέφερε ἀπό αἱμορραγία δώδεκα χρόνια καί εἶχε ξοδέψει ὅλη της τήν περιουσία στούς γιατρούς, χωρίς κανένας νά μπορέσει νά τήν κάνει καλά, πῆγε πίσω ἀπό τόν Ἰησοῦ, ἄγγιξε τήν ἄκρη τό ρούχου του, κι ἀμέσως ἡ αἱμορραγία της σταμάτησε. Τότε ὁ Ἰησοῦς εἶπε: «Ποιός μέ ἄγγιξε;» Ἐνῶ ὅλοι ἀρνιοῦνταν, ὁ Πέτρος καί ὅσοι ἦταν μαζί του ἔλεγαν: «Διδάσκαλε, οἱ ὄχλοι ἔχουν στριμωχτεῖ κοντά σου καί σέ πιέζουν κι ἐσύ λές ποιός μέ ἄγγιξε;» Ὁ Ἰησοῦς ὅμως εἶπε: «Κάποιος μέ ἄγγιξε, γιατί ἐγώ ἔνιωσα νά βγαίνει ἀπό μένα δύναμη». Μόλις ἡ γυναίκα εἶδε ὅτι δέν ξέφυγε τήν προσοχή του, ἦρθε τρέμοντας κι ἔπεσε στά πόδια του καί μπροστά σ΄ ὅλο τόν κόσμο τοῦ εἶπε γιά ποιά αἰτία τόν ἄγγιξε κι ὅτι εἶχε γιατρευτεῖ ἀμέσως. Ἐκεῖνος τῆς εἶπε: «Θάρρος, κόρη μου, ἡ πίστη σου σέ ἔσωσε· πήγαινε στό καλό». Ἐνῶ ὁ Ἰησοῦς ἀκόμα μιλοῦσε, ἦρθε κάποιος ἀπό τό σπίτι τοῦ ἄρχοντα τῆς συναγωγῆς καί τοῦ λέει: «Ἡ κόρη σου πέθανε· μήν ἐνοχλεῖς πιά τό δάσκαλο». Ὅταν τό ἄκουσε ὁ Ἰησοῦς τοῦ εἶπε: «Ἐσύ μή φοβᾶσαι, μόνο πίστευε, καί θά σωθεῖ». Φτάνοντας στό σπίτι, δέν ἄφησε κανέναν νά μπεῖ μέσα μαζί του, ἐκτός ἀπό τόν Πέτρο, τόν Ἰωάννη καί τόν Ἰάκωβο, καθώς καί τόν πατέρα καί τή μητέρα τοῦ κοριτσιοῦ. Ὅλοι ἔκλαιγαν καί τή θρηνολογοῦσαν. Ὁ Ἰησοῦς ὅμως τούς εἶπε: «Μήν κλαῖτε· δέν πέθανε, ἀλλά κοιμᾶται». Ἐκεῖνοι τόν περιγελοῦσαν, βέβαιοι πώς εἶχε πεθάνει. Ὁ Ἰησοῦς, ἀφοῦ τούς ἔβγαλε ὅλους ἔξω, ἔπιασε τό κορίτσι ἀπό τό χέρι καί τοῦ εἶπε δυνατά: «Κορίτσι, σήκω!» Τό πνεῦμα της ἐπέστρεψε κι αὐτή ἀμέσως σηκώθηκε. Ὁ Ἰησοῦς τότε διέταξε νά τῆς δώσουν νά φάει. Οἱ γονεῖς της ἔμειναν κατάπληκτοι.

Subscribe to Email