Ἡ ἀπόδοσις τῆς Ἑορτῆς τῶν Εἰσοδίων τῆς Θεοτόκου, Αἰκατερίνης Μεγαλομάρτυρος 

ΑΠΟΣΤΟΛΟΣ (Γαλ. γ΄ 23-29, δ΄ 1-5)

Αδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὣστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ' ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

Μετάφραση

Αδελφοί, πρίν ἔρθει ὁ Χριστός, μᾶς φρουροῦσε ὁ νόμος. Ἤμασταν φυλακισμένοι, ὥσπου νά φανερωθεῖ ὁ μελλοντικός σωτήρας μας. Ὁ νόμος, λοιπόν,  ἦταν σκληρός παιδονόμος γιά μᾶς, ὥσπου ἐμφανίστηκε ὁ Χριστός, ὅποτε ἡ πίστη μας σ΄ αὐτόν μᾶς χάρισε τή σωτηρία. Τώρα ὅμως πού ἦρθε ὁ Χριστός, δέν εἴμαστε πιά ὑπόδουλοι στό νόμο. Εἶστε, λοιπόν, ὅλοι παιδιά τοῦ Θεοῦ, ἀφοῦ πιστεύετε στόν Ἰησοῦ Χριστό. Κι αὐτό, γιατί ὅσοι βαφτιστήκατε στό ὄνομα τοῦ Χριστοῦ, ἔχετε ντυθεῖ τό Χριστό. Δέν ὑπάρχει πιά Ἰουδαῖος καί εἰδωλολάτρης, δέν ὑπάρχει δοῦλος καί ἐλεύθερος, δέν ὑπάρχει ἄντρας καί γυναίκα· ὅλοι σας εἶστε ἕνας, χάρη στόν Ἰησοῦ Χριστό. Κι ἀφοῦ ἀνήκετε στό Χριστό, εἶστε ἀπόγονοι τοῦ Ἀβραάμ καί κληρονόμοι τῆς ζωῆς, ὅπως τήν ὑποσχέθηκε ὁ Θεός. Νά τί θέλω νά πῶ: Ὅσον καιρό ὁ κληρονόμος εἶναι ἀνήλικος, δέ διαφέρει σέ τίποτε ἀπό ἕνα δοῦλο.  Εἶναι  βέβαια  ἰδιοκτήτης  τῶν πάντων, ἐξαρτᾶται ὅμως ἀπό ἐπιτρόπους καί διαχειριστές, ὡς τήν προθεσμία πού καθόρισε ὁ πατέρας. Ἔτσι κι ἐμεῖς, ὅταν ἤμασταν ἀνήλικοι, ἤμασταν ὑπόδουλοι στά στοιχεῖα τοῦ κόσμου. Ὅταν ὅμως ἔφτασε ἡ ὥρα πού εἶχε καθορίσει ὁ Θεός, ἀπέστειλε τόν Υἱό του.  Γεννήθηκε  ἀπό  μιά  γυναίκα καί ὑποτάχτηκε στό νόμο, γιά νά ἐξαγοράσει αὐτούς πού ἦταν ὑπόδουλοι στό νόμο, γιά νά γίνουμε παιδιά τοῦ Θεοῦ.

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ιη΄ 18-27)

Tῷ καιρῷ ἐκείνῳ, ἄρχων τις προσῆλθε τῷ Ἰησοῦ λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· «μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου». Ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

Μετάφραση

Εκεῖνο τόν καιρό, κάποιος ἄρχοντας πλησίασε τόν Ἰησοῦ καί τοῦ εἶπε: «Ἀγαθέ Διδάσκαλε, τί νά κάνω γιά νά κληρονομήσω τήν αἰώνια ζωή;» Ὁ Ἰησοῦς τοῦ ἀπάντησε: «Γιατί μέ ἀποκαλεῖς ἀγαθό; Κανένας δέν εἶναι ἀγαθός, παρά μόνο ἕνας, ὁ Θεός. Ξέρεις τίς ἐντολές: μή μοιχεύσεις, μή σκοτώσεις, μήν κλέψεις, μήν ψευδομαρτυρήσεις, τίμα τόν πατέρα σου καί τή μητέρα σου». Κι ἐκεῖνος τοῦ εἶπε: «Ὅλα αὐτά τά τηρῶ ἀπό τά νιάτα μου». Ὅταν τ΄ ἄκουσε ὁ Ἰησοῦς τοῦ εἶπε: «Ἕνα ἀκόμη σου λείπει: πούλησε ὅλα ὅσα ἔχεις καί δῶσε τά χρήματα στούς φτωχούς, κι ἔτσι θά ἔχεις θησαυρό κοντά στό Θεό· κι ἔλα νά μέ ἀκολουθήσεις». Μόλις ἐκεῖνος τ΄ ἄκουσε αὐτά, πολύ στενοχωρήθηκε, γιατί ἦταν πάμπλουτος. Ὅταν ὁ Ἰησοῦς τόν εἶδε τόσο στενοχωρημένο, εἶπε: «Πόσο δύσκολα θά μποῦν στή βασιλεία τοῦ Θεοῦ αὐτοί πού ἔχουν τά χρήματα! Εὐκολότερο εἶναι νά περάσει καμήλα μέσα ἀπό βελονότρυπα, παρά νά μπεῖ πλούσιος στή βασιλεία τοῦ Θεοῦ». Ὅσοι τόν ἄκουσαν εἶπαν: «Τότε ποιός μπορεῖ νά σωθεῖ;»  Κι ἐκεῖνος τούς ἀπάντησε: «Αὐτά πού γιά τούς ἀνθρώπους εἶναι ἀδύνατα, γιά τό Θεό εἶναι δυνατά».

 

 

Subscribe to Email